Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.77.1 | Hdt. 4.78.4 (English) | >>Hdt. 4.79.2 |
4.78.2 μετὰ δὲ χρόνῳ ὕστερον Ἀριαπείθης μὲν τελευτᾷ δόλῳ ὑπὸ Σπαργαπείθεος τοῦ Ἀγαθύρσων βασιλέος , Σκύλης δὲ τήν τε βασιληίην παρέλαβε καὶ τὴν γυναῖκα τοῦ πατρός , τῇ οὔνομα ἦν Ὀποίη · ἦν δὲ αὕτη ἡ Ὀποίη ἀστή , ἐξ ἧς ἦν Ὄρικος Ἀριαπείθεϊ παῖς .
4.78.3 βασιλεύων δὲ Σκυθέων ὁ Σκύλης διαίτῃ οὐδαμῶς ἠρέσκετο Σκυθικῇ , ἀλλὰ πολλὸν πρὸς τὰ Ἑλληνικὰ μᾶλλον τετραμμένος ἦν ἀπὸ παιδεύσιος τῆς ἐπεπαίδευτο , ἐποίεέ τε τοιοῦτο · εὖτε ἀγάγοι τὴν στρατιὴν τὴν Σκυθέων ἐς τὸ Βορυσθενειτέων ἄστυ (οἱ δὲ Βορυσθενεῗται οὗτοι λέγουσι σφέας αὐτοὺς εἶναι Μιλησίους ), ἐς τούτους ὅκως ἔλθοι ὁ Σκύλης , τὴν μὲν στρατιὴν καταλίπεσκε ἐν τῷ προαστείῳ ,
4.78.4 αὐτὸς δὲ ὅκως ἔλθοι ἐς τὸ τεῖχος καὶ τὰς πύλας ἐγκλῄσειε , τὴν στολὴν ἀποθέμενος τὴν Σκυθικὴν λάβεσκε ἂν Ἑλληνίδα ἐσθῆτα , ἔχων δʼ ἂν ταύτην ἠγόραζε οὔτε δορυφόρων ἑπομένων οὔτε ἄλλου οὐδενός · τὰς δὲ πύλας ἐφύλασσον , μή τίς μιν Σκυθέων ἴδοι ἔχοντα ταύτην τὴν στολήν · καὶ τά τε ἄλλα ἐχρᾶτο διαίτῃ Ἑλληνικῇ καὶ θεοῖσι ἱρὰ ἐποίεε κατὰ νόμους τοὺς Ἑλλήνων .
4.78.5 ὅτε δὲ διατρίψειε μῆνα ἡ πλέον τούτου , ἀπαλλάσσετο ἐνδὺς τὴν Σκυθικὴν στολήν . ταῦτα ποιέεσκε πολλάκις καὶ οἰκία τε ἐδείματο ἐν Βορυσθένεϊ καὶ γυναῖκα ἔγημε ἐς αὐτὰ ἐπιχωρίην .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.77.1 | Hdt. 4.78.4 (English) | >>Hdt. 4.79.2 |